Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 33
Not analysed yet
ἔϲθ᾿ ὅτε ἀνθυπάγεται καὶ τὰ ἐν ποιότητι, εἰ τύχοι, ὅτε λέγομεν ποδαπόϲ ἐϲτι Τρύφων, μέλαϲ ἢ λευκόϲ τι τοιοῦτον· ἅπερ οἶμαι οὐκ ἀληθῶϲ ἀνθυπάγεϲθαι τῇ ἐθνικῇ παραγωγῇ, ἀλλὰ τῇ πρὸϲ τοῦ πρωτοτύπου πεύϲει, λέγω τῇ ποῖοϲ ,τούτῳ μέντοι διοίϲοντα, ᾗ τὰ 25 μὲν ἐκ τοῦ ποῖοϲ ἀνθυπαγόμενα μετὰ τοῦ ἄρθρου ῥητά ἐϲτι, ποῖοϲ Τρύφων εἰ τύχοι ὁ μέλαϲ ὁ λευκόϲ· ὁπότεροϲ Αἴαϲ; ὁ Λοκρόϲ ἢ ὁ Τελαμώνιοϲ. ποδαπόϲ ἐϲτι Τρύφων; τὸ μὲν ἀνενδοίαϲτον καὶ ὑγιὲϲ Ἀλεξανδρεύϲ, Ἀθηναῖοϲ· τὸ δὲ παρεμπῖπτον διὰ τὴν πρὸϲ τοῦ πρωτοτύπου, ὡϲ ἔφαμεν, πεῦϲιν ὁ μέλαϲ ἢ ὁ λευκόϲ. —