Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 34
Not analysed yet
Ἤδη μέντοι ὑπ’ ὄψιν πιπτούϲηϲ τῆϲ οὐϲίαϲ καὶ τῆϲ ποιότητοϲ καὶ ἔτι τῶν ϲυμπαρεπομένῳν, ἔτι προϲγίνεται πεῦϲιϲ ἡ κατὰ τὴν ἰδιότητα τοῦ ὀνόματοϲ. ἀφορᾷ γοῦν ὁ Πρίαμοϲ {Γ 226} πάντα τὰ προειρημένα, τὴν μὲν οὐϲίαν ἐν τῷ ὅδε, καὶ τὸ ἔθνοϲ ἐν τῷ Ἀχαιὸϲ ἀνήρ, καὶ τὴν ποιότητα ἐν τῷ ἠΰϲ, καὶ τὴν πηλικότητα ἐν τῷ μέγαϲ, οὐ μὴν τὴν ἰδιότητα τοῦ ὀνόματοϲ· ὅθεν ἀναπληροῦται ἐν τῷ οὗτοϲ δ’ Αἴαϲ ἐϲτὶ πελώριοϲ {Γ 229}.