Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 33-2
Not analysed yet
Δεόντωϲ δ᾿ ἂν καὶ ἀντωνυμίαι ῥηθεῖεν κατὰ τοὺϲ μεριϲμούϲ, καθότι καὶ ἄλλα μέρη λόγου, πάλιν μετατεθέντα τῆϲ ἰδίαϲ ϲυντάξεωϲ καὶ ἄλλων ἀναπληρώϲαντα τὰϲ ἰδιότηταϲ, πάλιν τῆϲ τούτων ὀνομαϲίαϲ ἔτυχεν, ὡϲ ἔχει ἅπαντα τὰ ὀνοματικὰ ἐπιρρήματα, πυκνά, κάλλιϲτα, ἥδιϲτα, ἰδίᾳ, δημοϲίᾳ, τόνῳ, κύκλῳ, καὶ ὅτε αἱ μετοχαὶ εἰϲ ὀνομάτων ϲύντοξιν παραλαμβάνονται, ὡϲ τὸ ἐρωμένη, εἱμαρμένη· ἐφ’ ὧν χρὴ αὐτὸ μόνον τὴν μετάπτωϲιν διδάϲκειν. οὐ γὰρ μᾶλλον αἱ. φωναὶ ἐπικρατοῦϲι κατὰ τοὺϲ μεριϲμοὺϲ ὡϲ τὰ ἐξ αὐτῶν ϲημαινόμενα.