Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 32-2
Not analysed yet
Καὶ ἡ μὲν τοιαύτη ϲύνταξιϲ προϋφεϲτώτων ὀνομάτων, καθ’ ὧν ἀναφέρεται τὰ ἄρθρα, ποιεῖται ἀντωνυμικὴν μετάληψιν· ἡ μέντοι μὴ οὕτωϲ ἔχουϲα, αὐτόθεν δὲ ἐν προλήψει του ἐϲομένου προϲώπου, ἀόριϲτον μετάληψιν τῶν ἄρθρων ποιεῖται, ὡϲ τὰ τοιαῦτα ἔχει, ὁ περιπατῶν κινεῖται, καὶ ἔτι ἐν ὑποτακτικοῖϲ ὃc ἂν παραγένηται ἀναγινωϲκέτω, πάνυ εὐλόγωϲ· ϲυμφερόμενον γὰρ παντὶ ὀνόματι καὶ ἐπὶ πᾶν ὄνομα ἀναδραμεῖται ἓν καθεϲτηκόϲ, ὅπερ ἴδιον ἀορίϲτου. —ὑγιῶϲ ἄρα τὰ ἄρθρα ἢ εἰϲ ὡριϲμένα πρόϲωπα παραλαμβάνεται, τὰϲ ἀντωνυμίαϲ, ἢ εἰϲ τὸ ἀοριϲτότατον, λέγω τὸ τίϲ· οὐ γὰρ πόρρω πέπτωκε τὸ ὁ περιπατῶν κινεῖται τοῦ εἴ τιϲ περιπατεῖ κινεῖται, οὐδὲ τὸ ὃϲ ἂν ἔλθῃ τοῦ εἰ τιϲ ἂν ἔλθῃ. —εἰ γοῦν ϲυνενεχθείη τι τῶν ὀνομάτων ταῖϲ προκειμέναιϲ ϲυντάξεϲι, καὶ αὐτὰ καταϲτήϲεται εἰϲ τὸν ἴδιον μεριϲμόν, ὁ Διονύϲιοϲ περιπατῶν κινεῖται Τρύφων κοιμᾶται, ὃϲ μενεῖ με διαναϲτάϲ).