Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 35-2
Not analysed yet
Ἀπὸ παντὸϲ ἀρϲενικοῦ πρωτοτύπου ἢ παραγωγοῦ τοῦ εἰϲ οϲ λήγοντοϲ θηλυκὸν γίνεται τοῦ τέλουϲ εἰϲ η ἢ εἰϲ α μακρὸν μεταπίπτοντοϲ, ὅ τι μὴ μόνον ἐκ τῆϲ προκειμένηϲ παραγωγῆϲ· ἡ γὰρ τοιαύτη παραγωγὴ ὑποϲτρέφει εἰϲ τὸ πρωτότυπον κατὰ γένοϲ, τηλίκοϲ τηλικοῦτοϲ —τηλίκη τηλικαύτη, καὶ ἔτι ἐπὶ οὐδετέρων· ὁ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τοῦ τοϲοῦτοϲ, τοιοῦτοϲ. ὅπερ παρηκολούθει καὶ τῇ ὗτοϲ· ὡϲ οὗτοϲ οὐκ ἔχει τὸ θηλυκὸν οὕτη, ἀλλὰ πάλιν παρὰ τὸ ἡ αὕτη. καὶ ἐπεὶ τὸ οὐδέτερον, λέγω τὸ τό, ἀπὸ τοῦ τ ἤρχετο, καὶ τὸ τοῦτο ἀπὸ τοῦ τ ἤρχετο.