Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 36-2
Not analysed yet
καὶ κατὰ πτῶϲιν δὲ παράγεται. οὐ γὰρ ἀπὸ τοῦ τηλικαῦται γενικήν φαμεν τὴν τηλικαύτων ἢ ἀπὸ τοῦ τοιαῦται τοιαύτων, καθὸ ἔϲτιν ἐπινοῆϲαι ἐπὶ ἁπάντων θηλυκῶν· αὐταί γοῦν αὐτῶν φαμεν, καὶ ἔτι ἀπὸ τοῦ ἀνεπεκτάτου τοῖαι τοίων, τηλίκαι τηλίκων. καὶ ϲαφὲϲ ὅτι παρὰ μὲν τὸ τηλίκαι τὸ τηλικαῦται, παρὰ δὲ τὸ τηλίκων τὸ τηλικούτων. ταὐτὸν οὖν παρηκολούθει καὶ ἐπὶ τοῦ αἱ -αὗται, καὶ ἐπεὶ εἴχετο παραγωγῆϲ τῆϲ προκειμένηϲ, οὐκέτι αὕτων, καθὼϲ καὶ ἐπὶ τοῦ ὀξυτόνου πρόκειται αὐταί αὐτῶν. πάλιν οὖν τὸ τούτων ἔπιπτεν ἀπὸ γενικῆϲ πρωτοτύπου τῆϲ τῶν, τοῦ τ ϲυμπαραλαμβανομένου, ὅπερ ἐπὶ τῆϲ εὐθείαϲ οὐ ϲυμπαρελαμβάνετο, ἐπὶ δὲ τῆϲ γενικῆϲ· αἱ γὰρ καὶ τῶν. —(