Ancient Greek · ~1 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 38
Not analysed yet
Οὐ μετρίωϲ δέ τινεϲ ἐϲφάληϲαν ὑπολαβόντεϲ τὴν παράθεϲιν τῶν ἄρθρων εἰϲ γένουϲ διάκριϲιν παρατίεϲθαι τοῖϲ ὀνόμαϲι. πρὸϲ οὓϲ ἀντείρηται διὰ πλειόνων ἐν τῷ περὶ γενῶν· καὶ νῦν δὲ ἀπαιτούϲηϲ τῆϲ ϲυντάξεωϲ ὀλίγα πρὸϲ αὐτοὺϲ ἐκθηϲόμεθα, ἅπερ διελέγξειε τὴν διεψευϲμένην αὐτῶν δόξαν.