Ancient Greek · ~5 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 37
Not analysed yet
Τὰ μὲν οὖν ἄρθρα ἡ τῶν ὀνομάτων ϲύνταξιϲ παραλαμβάνει καὶ ἔτι ἡ τῶν ῥημάτων, ὡϲ ἔνεϲτιν ἐπὶ τῶν ἀπαρεμφάτων φάναι τὸ φιλοϲοφεῖν ὠφέλιμον, τῷ περιπατεῖν ἥδομοι, καὶ ἔτι ἐπὶ παντὶ μέρει λόγου οὐδὲν ϲημαίνοντι πλέον ἢ αὐτὸ μόνον τὸ ὄνομα τῆϲ φωνῆϲ, ὥϲτε πρὸϲ τὸ ὑπακουόμενον ἔξωθεν τὸ ἄρθρον ἀνατείνεϲθαι, ὁ μέν προτακτικόϲ ἐϲτι τοῦ δέ· ἀνάγεται γὰρ πρὸϲ τὸ ϲύνδεϲμοϲ· τὸ λέγε προϲτακτικόν ἐϲτι· δῆλον ὡϲ πρὸϲ τὸ ῥῆμα. καὶ ἐπί γε τῶν πτωτικῶν. ὅτε γάρ φαμεν ὁ Ἀρίϲταρχοϲ, πρὸϲ τὸ νοούμενον γένοϲ τὸ ἄρθρον παρατίθεμεν· ὅτε δὲ οὕτωϲ, τὸ Ἀρίϲταρχοι προπαροξύνεται, τὸ Ἀρίϲταρχοι εἰϲ οι λήγει, πρὸϲ τὸ ὄνομα τῆϲ φωνῆϲ φαμεν, ὑπακουομένου τοῦ ὀνόματοϲ, καθότι καὶ εἴ τιϲ οὕτωϲ εἶποι, ἡ ϲήμερον, ἡ χθέϲ. δι᾿ ὃ καὶ ἑνικῶϲ πάντοτε τὰ τοιαῦτα ἄρθρα παραλαμβάνεται. πᾶν γὰρ μέροϲ λόγου ἕν ἐϲτιν, ἐξ αὐτῶν γε μὴν παρυφίϲταταί τινα πληθυντικά. ἓν γὰρ τὸ ἄνθρωποι ὅϲον ἐφ’ ἑαυτῷ κατὰ τὸν μεριϲμὸν τοῦ λόγου, παριϲτάνει ἐκ τοῦ δηλουμένου πληθυντικὴν ἔννοιαν. ἀλλὰ καὶ ὅτε τινὲϲ ἀποφαίνονται ἀϲυνάρθρουϲ τὰϲ ἀντωνυμίαϲ, οὐ πρὸϲ τὴν φωνὴν ἀποτείνονται, πρὸϲ δὲ τὸ ἐξ αὐτῆϲ δηλούμενον, ὃ μετὰ δείξεώϲ ἐϲτι προϲώπων παραϲτατικόν· ἐπειδὴ πάλιν ὅϲον ἐφ’ ἑαυτῇ ἡ φωνὴ προϲλαμβάνει ἄρθρον, ὅτε φαμέν ἡ ἐγώ μόνον ὀρθοτονεῖται, ἡ ϲοί ἐγκλίνεται.