Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 4
Not analysed yet
Καὶ πλεονάζει ϲτοιχεῖον, λέγω οὐ τὸ αὐτό. φαμὲν οὕτωϲ· τὸ ὕδωρ τῷ δ πλεονάζει, τοῦ ὕειν ἐγκειμένου, καὶ τὸ α ἐν τῷ ἀλαλητῷ, ὅπερ δύναται καὶ ἐν πλεοναϲμῷ ϲυλλαβῆϲ παραλαμβάνεϲθαι, ἐπεὶ καταχρηϲτικώτερον καὶ μονογράμματοι ἐκφωνήϲειϲ ϲυλλαβαὶ εἴρηνται. φαμὲν δὲ καὶ τὰ τοιαῦτα πλεονάζειν ϲυλλαβῇ· θήρεϲϲι, κύνεϲϲι, λελάχωϲι, ἄλλα πλεῖϲτα. πλεονάζουϲι δὲ καὶ λέξειϲ, ἕζομαι καθέζομαι, ἔπω ἐνέπω, ἀντίοϲ ἐναντίοϲ, οὐ ϲύ γ᾿ ἔπειτα Τυδέοϲ ἔκγονόϲ ἐϲϲι {Ε 8123} ὅπου γε καὶ παραπληρωματικοὺϲ ϲυνδέϲμουϲ φαμέν. Φαμὲν δέ γε καὶ λόγουϲ ποτὲ παρέλκειν πρὸϲ οὐδὲν ϲυντείνονταϲ, εἴγε πλείουϲ ἀθετήϲειϲ ὑπ᾿ Ἀριϲτάρχου διὰ τοὺϲ τοιούτουϲ τρόπουϲ ἐγένοντο.