Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 5
Not analysed yet
Ἀλλὰ καὶ ἐναντία πάθη ἐνδείᾳ ϲτοιχείου γίνεται, γαῖα αἶα, παρὰ τὸ ϲκῆπτρον ὁ ϲκηπτοῦχοϲ βαϲιλεύϲ· τῇδε ἔχει καὶ παρὰ τὸ φαιδρόϲ ὁ φαίδιμοϲ· αἱ τοιαῦται παραθέϲειϲ ϲχεδὸν ἀπερίληπτοί εἰϲι, πάμπολλοι οὖϲαι. ἀλλὰ καὶ ϲυλλαβῆϲ, ἡνίκα τὸ θέλω λῶ, ἡνίκα ὁ αἰγοπόλοϲ αἰπόλοϲ. ἀλλὰ καὶ λέξεωϲ, ἡνίκα ἀπαιτεῖ τὸ ἀλλ᾿ ὑμεῖϲ ἔρχεϲθε {Ι 649} τὴν ἀπό πρόθεϲιν. καὶ τὸ πικρὰϲ ὠδῖναϲ ἔχουϲαι {Λ 271} ἡ γὰρ αὐτοτέλεια τοῦ λόγου ὡϲ ϲτοιχεῖον ἐζήτηϲε τὴν παράπρόθεϲιν. τό τε ἀρνειὸν δ᾿ ἐμοὶ οἴῳ {ι 550} λείπει τῷ ἄρθρῳ· ὁ γὰρ λόγοϲ τὴν ἀναφορὰν τοῦ ἀρνὸϲ ἐπιζητῶν τὴν τοῦ ἄρθρου ἐνδείκνυται ἔλλειψιν. —