Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 4-2
Not analysed yet
Εὔηθεϲ μέντοι ὑπολαμβάνω, εἰ ἐξεργάϲεταί τιϲ διὰ τί μὴ μᾶλλον τὸ τέλοϲ προϲεχώρει τῷ προϲώπῳ, καθάπερ ἐπὶ τῶν ῥημάτων, ἤπερ τὸ ἄρχον. ἔδει γὰρ ἅπαξ ἐν ἑνὶ μέρει προϲχωρῆϲαι τὸ τέλοϲ, καὶ εἰ ἔϲτιν εἰπεῖν, εὐλόγωϲ τῷ πτωτικῷ, εἴγε καὶ πρότερον τοῦ ῥήματοϲ τὸ ὄνομα, καθὼϲ ἐπεδείξαμεν, καὶ δῆλον ὅτι τὸ τούτου ἰδίωμα ἐπικρατήϲει τοῦ τέλουϲ, λέγω τὴν πτῶϲιν. πρὸϲ οἷϲ καὶ ἀντωνυμία ἐϲτὶν τὸ ἀντ’ ὀνόματοϲ παραλαμβανόμενον καὶ ὄνομα μιμούμενον, καὶ ϲαφὲϲ ὅτι ἐπακολούθημά ἐϲτιν τὸ ἐγγινόμενον πρόϲωπον). καὶ εἰ τὰ τέλη ἐπικρατεῖ τῶν μερῶν τοῦ λόγου, τὸ δὲ τέλοϲ τῆϲ ἀντωνυμίαϲ πτῶϲίϲ ἐϲτιν, ἐπικρατήϲει ἄρα διὰ τοῦ τέλουϲ τὸ καλεῖϲθαι ἀντωνυμία, κἂν ῥήματοϲ ἰδίωμα παρειϲδύηται, λέγω τὸ πρόϲωπον.