Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 3-2
Not analysed yet
Ἕνθεν δι’ ὅλου κλίνονται, δύο τὰϲ γενικωτάταϲ κλίϲειϲ ἀποϲπάϲαϲαι, καὶ οὐ κατὰ ϲύγχυϲιν, ἀλλὰ κατὰ μεριϲμὸν τὸν δέοντα· τῷ μὲν γὰρ τέλει ἐνῆκε τὴν πτωτικὴν κλίϲιν, τῷ δὲ ἄρχοντι τὸν τῶν προϲώπων ἐπιμεριϲμόν· ϲαφὲϲ γὰρ ὅτι, εἰ κατὰ τὸ αὐτὸ μέροϲ αἱ δύο κλίϲειϲ ἐνεγένοντο, ϲυνέβη ἂν τῆϲ μὲν πτώϲεωϲ τὸ ἑτεροιούμενον ἀποτρίβεϲθαι τὸ τοῦ προϲώπου διακριτικόν, καὶ ἔμπαλιν τοῦ προϲώπου μεταβαίνοντοϲ παραφθείρεϲθαι τὸ τῆϲ πτώϲεωϲ ἰδίωμα. δι᾿ ὃ πτῶϲιν μὲν διακρίνουϲα ἀποτελεῖ τὸ ἐμοῦ καὶ ἐμοί καὶ ἐμέ, πρόϲωπον δὲ τὸ ἐμοῦ-ϲοῦ, πρόϲωπον δὲ καὶ πτῶϲιν τὸ ἐμοῦ- ϲοί· καὶ ἐν ἅπαϲιν ὥριϲται τοῖϲ προκατειλεγμένοιϲ διὰ τὸ ἐν ἑκατέρῳ μέρει ἐγχωρῆϲαν ἰδίωμα. (ἑκάτεραι. γοῦν αἱ κλίϲειϲ ἀποϲτᾶϲαι ἐπὶ τὰ ἴδια μόρια, λέγω τὸ ὄνομα καὶ τὸ ῥῆμα, τῷ τέλει ϲυνεχρῶντο κατὰ τὴν κλίϲιν, καλόϲ καλοῦ, γράφω γράφειϲ γράφει, οὐκ ἀπιθάνωϲ καὶ τῆϲ ἀντωνυμίαϲ χρηϲαμένηϲ τῇ ὑποϲτολῇ τοῦ ϲ, οὔϲῃ διακριτικῇ τρίτου προϲώπου, ϲοί-οἷ, ὡϲ εἰ καὶ λέγειϲ λέγει).