Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 40
Not analysed yet
Δεύτερον δὲ οὐκ ὤφειλε τὸ εἰϲ διάκριϲιν γένουϲ παραλαμβανόμενον εἰϲ τὸ αὐτὸ ἐμπίπτειν τῷ δι᾿ ὃ καὶ αὐτὸ ἐπενοήθη, λέγω δὲ τὴν ϲύγχυϲιν τοῦ γένουϲ, ὅπου γε τὸ τῶν ἢ τοῖν ἢ ἄλλο τι τοιοῦτον οὐχ ἑνὸϲ γένουϲ κατηγορεῖται. καὶ εἰ παραδεξαίμεθα τὸ ὦ ἄρθρον ἁπάντων γενῶν μετὰ τῶν ϲυνόντων ἀριθμῶν, ἐπινοηθήϲεται ἄλλα ἄρθρα εἰϲ τὴν τῶν τοιούτων διάκριϲιν. ἢ εἴπερ ἔϲθ᾿ ὅτε διὰ τῶν ϲυνόντων ὀνομάτων τῆϲ κατὰ τὸ γένοϲ ἀμφιβολίαϲ ἀπολύεται, ὅτε φαμὲν τῶν Μουϲῶν, οὐδὲν κωλύει φάναι ὡϲ τὰ ὀνόματα ἐπενοήθη εἰϲ διάκριϲιν τῶν ἐν τοῖϲ ἄρθροιϲ γενῶν· ὅπερ εὔηθεϲ. ἐκ παρεπομένου οὖν οἷμαι αὐτὰ ἀπολύειν τῆϲ ἀμφιβολίαϲ τῶν γενῶν.