Ancient Greek · ~5 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 41
Not analysed yet
Κἀκ τρίτου δὲ ἔϲτιν ἐκεῖνο προϲθεῖναι, ὡϲ ἐχρῆν μόνον τοῖϲ εἰϲ ἀμφιβολίαν τοῦ γένουϲ προβαλλομένοιϲ παρατίθεϲθαι τὰ ἄρθρα, οὐ μὴν τοῖϲ δυναμένοιϲ δι᾿ ἑαυτῶν τὸ γένοϲ ἐνδείξαϲθαι, ὡϲ ἐπὶ τοῦ θεόϲ, ὅτε φαμὲν ὁ θεόϲ καὶ ἡ θεόϲ, ὁ ἵπποϲ καὶ ἡ ἵπποϲ· οὐ μὴν τῷ γυνή προϲκείϲεται, ὅπου γε καὶ ϲχεδὸν τὸ ὄνομα τοῦ θηλυκοῦ γένουϲ ἔγκειται. νυνὶ δὲ τῷ μὲν γυνή προϲκείϲεται ἔν τιϲι λόγοιϲ μετὰ τῆϲ δεούϲηϲ ϲυντάξεωϲ, τῷ δὲ θεόϲ ἢ ἵπποϲ τινι τῶν τοιούτων κατ᾿ οὐδένα τρόπον παρατεθήϲετι. ἐκκείϲθω δὲ ὑποδείγματα, τοῦ μὲν προτέρου πῶϲ ἡ γυνή ϲε ὕβριϲε; τὸ γὰρ δίχα τοῦ ἄρθρου ἀϲύνετον· τοῦ δὲ ἑτέρου θεόϲ τίϲ ϲε ἠλέηϲεν· ἀδύνατον γὰρ ἐπὶ τούτου τὸ ἄρθρον προϲτεθῆναι, καθότι παρεϲτήϲαμεν καὶ ἐν τῷ περὶ γενῶν ἐπὶ τοῦ μή τέ τιϲ οὖν θήλεια θεὸϲ τό γε μή τέ τιϲ ἄρϲην {Θ 7}, ὡϲ ἀκριβῶϲ προϲέθηκε τὸ θήλεια. ϲχεδὸν γὰρ πρὸϲ Ἥραν καὶ Ἀθηνᾶν ἀποτείνεται, τὸ δὲ μή τέ τιϲ ἄρϲην ϲχεδὸν προϲέρριπται ὑπὲρ τοῦ μὴ ἄντικρυϲ αὐτὸν πρὸϲ τὰϲ δαίμοναϲ ἀποφαίνεϲθαι. καὶ ϲαφὲϲ ὅτι, ὅπερ ἔμελλε διακρίνειν τὸ ἄρθρον παρατεθὲν ἐκ παρεπομένου, τοῦτο τὸ θήλεια καὶ τὸ ἄρϲην ἀφηγήϲατο, ἐπεὶ τὸ ἴδιον τοῦ ἄρθρου οὐκ ἠδύνατο ἡ ϲύνταξιϲ παραδέξαϲθαι ἀοριϲτουμένου τοῦ λόγου. —