Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 43-4
Not analysed yet
Καὶ φαίνεται ὅτι ἐπεὶ μὴ πολλὴ ἡ τοιαύτη ποράθεϲίϲ ἐϲτιν τῶν κεκλιμένων, ἐν τῇ ἐπικρατείᾳ καθ’ ἕκαϲτον χρόνον προθέϲεων, τὰ τοιαῦτα ἐδόκει ἄλογα καθίϲταϲθαι. πρὸϲ οὕϲ γε ἔϲτι φάναι ὡϲ οὐ τὸ αὐτὸ ἀπαιτεῖ ὁ λόγοϲ ταῖϲ οὕτω ϲυντεειμέναιϲ προθέϲεϲιν. τί οὐχὶ παραιτούμεναι τὴν ἔξωθεν κλίϲιν ἐγγινομένην ἀποδιδοῦϲιν, ὥϲτε φάναι καθιζόμην καθῖϲα, λέγω μετὰ μακροῦ τοῦ ῖ, ὅπου γε καὶ μεταξὺ πεϲόντοϲ τοῦ ϲυνδέϲμου ἐγένετο κὰδ δ’ ἱε· ἐν θαλάμῳ {Γ 382}, ὁμολόγωϲ οὖν γενομένηϲ ἔϲωθεν τῆϲ κλίϲεωϲ, ὅτι γενέϲθαι ξωθεν ἐδυνατεῖ; ἀδύνατον γὰρ ἐκϲτῆναι τὸν παρψχημένον χρόνον τῆϲ ἔϲωθεν προϲγενομένηϲκλίϲεωϲ. ὡϲ οὖν προείπομεν, τὰ τοιαῦτα τὴν ἐξ ἐνεϲτῶτοϲ ϲύνθεϲιν ἀναδεξάμενα μετῄει καὶ ἐπὶ τοὺϲ παρψχημένουϲ, οὐκ ἰδίᾳ ϲυντεθειμένουϲ, μεταληφθένταϲ δὲ ἐξ ἐνεϲτῶτοϲ.