Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 42-4
Not analysed yet
Ἐκείνοιϲ μέντοι ϲυγκατατιθείμην τοῖϲ ϲχήμαϲι, λέγω τοῖϲ κατὰ τὰϲ προθέϲειϲ κλιθεῖϲι. τὴν γὰρ ἐκ τοῦ ἐνεϲτῶτοϲ γενομένην διαφορὰν κατὰ τοὺϲ παρῳχημένουϲ παρεδέξαντο αἱ προθέϲειϲ, ὡϲ ἔχει πάρὰ τὸ ἐνέπω τὸ πνεπον· ὅμοιον γάρ ἐϲτι τῷ λαυνον· καμμύω —ἐκάμμυον’ ὅμοιον γὰρ τῷ ἔκαμπτον. χρὴ νοεῖν ὅτι παρὰ τὸ ἐνοχλῶ ἐγένετο τὸ ἠνόχλουν, καὶ μετὰ τὴν κλίϲιν ἐπηνέχθη ϲύνθεϲιϲ ἡ τοῦ παρηνόχλουν.