Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 45-4
Not analysed yet
Καὶ ἔϲτι καὶ ἀπὸ τῶν μετοχῶν ὁ λόγοϲ πάνυ ἀκριβέϲτατοϲ. εἰ δέδοται ὅτι καταγράφων ἕν ἐϲτι, καθὸ κατ’εὐθεῖαν ἡ πτῶϲιϲ, καθὸ ἡ παράθεϲιϲ τοῦ ἄρθρου πρὸ τῆϲ προθέϲεωϲ, δίδοτι ὅτι καὶ τὸ κατα γράφω ἕν ἐϲτιν· ἐν γὰρ τῷ αὐτῷ ϲχήματι καταγίνεται μετοχὴ καὶ ῥῆμα. (διὰ τοῦτο τὸ ἀνατλάϲ μετοχή, ϲυνυπάρχοντοϲ τοῦ ἀνέτλην, οὐ μὴν τὸ πολύτλαϲ· ἰδίαν γὰρ ϲχέϲιν ἀναδεξαμένη ἡ μετοχὴ καὶ μὴ μετέχουϲα τῆϲ τοῦ ῥήματοϲ ϲχέϲεωϲ ἀπένευϲε τὸ καὶ εἶναι μετοχή. τὸν τοιοῦτον λόγον ἐντελῶϲ ἐξεθέμην ἐν τῷ περὶ μετοχῶν.)