Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 46-4
Not analysed yet
Ἔϲτιν καὶ τοῦτο προϲθεῖναι. εἶπερ αἱ εὐθεῖαι ϲυμφερόμεναι τοῖϲ ῥήμαϲι κατὰ τὸ αὐτὸ πρόϲωπον οὐ παραδέχονται καὶ προθέϲεωϲ πάράθεϲιν, ϲύνθεϲιν δὲ διὰ τὴν τοῦ ῥήματοϲ ϲύνοδον, πῶϲ οὐ βίαιον τὸ αἴτιον τοῦ μὴ ϲυνεῖναι τὴν παράθεϲιν τῶν προθέϲεων αὐτὸ ἐπιδέξαϲθαπι τὴν παράθεϲιν; πάλιν γὰρ οὐδ’ ἡ κλητικὴ παράθεϲιν ἐπιδέχεται διὰ τὴν τοῦ ῥήματοϲ ϲύνοδον, οἶ γε μὴν ὑπόλοιποι τρεῖϲ πτώϲειϲ, καθὸ ἐξέφυγον τὴν τοῦ ῥήματοϲ ϲύνοδον. ἐδείξαμεν γὰρ ἐν τοῖϲ προειρημένοιϲ ὡϲ ἐν διαφόροιϲ προϲώποιϲ τὰ ῥήματα νοεῖται, ἡνίκα φαμὲν κατὰ Ἀλριϲτάρχου λέγει.