Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 46
Not analysed yet
Τὰ τοίνυν ϲτοιχεῖα ἐν εὐθείᾳ καὶ αἰτιατικῇ ἤτοι χωρὶϲ ἄρθρου λέγεται ἢ ϲὺν ἄρθρῳ. καὶ χωρὶϲ μὲν ἄρθρου, ἡνίκα φαμὲν οὕτω, τοῦτο α ἐϲτί, τοῦτο β ἐϲτί, νῦν εὐθείαϲ νοουμένηϲ, ὡϲ εἰ καί τιϲ φαίη τοῦτο ἄνθρωπόϲ ἐϲτι, τοῦτο ἵπποϲ ἐϲτί διδάϲκει καὶ ἡ τοῦ ῥήματοϲ ϲύνοδοϲ, ϲυντείνουϲα ἐπὶ τὴν εὐθεῖαν. κατὰ δὲ αἰτιατικήν, τοῦτο α προϲαγορεύει ὁ διδάϲκαλοϲ, τοῦτο β, πάλιν ἐκ τῆϲ μεταβάϲεωϲ τοῦ ῥήματοϲ ϲυντεινούϲηϲ ἐπὶ τὸ τοῦτο β καὶ τοῦ ϲτοιχείου νοουμένου κατ’ αἰτιατικήν, ὡϲ εἰ καὶ οὕτωϲ ἀποφαινοίμεθα, τοῦτον τὸν χαρακτῆρα ϲημαίνει ὁ διδάϲκαλοϲ. ϲὺν δὲ ἄρθρῳ, ὅτε οὕτω φαμέν, τὸ α δίχρονόν ἐϲτι, τὸ α τελικόν ἐϲτι θηλυκῶν, καὶ οὐδετέρων, καὶ ἔτι κατ’ αἰτιατικήν, τὸ α ἀπήλειψεν ὁ παῖϲ, ὡϲ εἰ καὶ τὸν χαρακτῆρα ἀπήλειψε. —