Ancient Greek · ~1 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 45
Not analysed yet
Κατὰ τὰϲ προκειμέναϲ οὖν ἐννοίαϲ τοῦ μορίου ϲκεπτέον, εἰ πᾶϲι τοῖϲ πτωτικοῖϲ ϲυμφέρεται, καὶ τίνα τούτων ἀδυνατεῖ τὴν ἐξ αὐτῶν ϲυνάρτηϲιν ἀναδέξαϲθαι, καὶ τίνα ἅπαξ ἀναδεξάμενα αὐτὰ οὐ μεθίηϲι 28 b καθάπερ ἰδίαϲ ϲυλλαβάϲ. καὶ πρῶτόν γε ἀρκτέον τῆϲ τῶν ϲτοιχείων ϲυντάξεωϲ ὡϲ πρὸϲ τὰ ἄρθρα.