Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 48
Not analysed yet
Ἔϲτι δὲ αἰτία τῆϲ ϲυντάξεωϲ ἥδε. μονόπτωτά ἐϲτι τὰ ϲτοιχεῖα, καὶ προῦπτον ὅτι ἡ αὐτῶν πρώτη ἐκφώνηϲιϲ καὶ θέϲιϲ ἐν εὐθείᾳ ἐϲτίν. αὕτη οὖν ἄγνωϲτοϲ οὖϲα τοῖϲ ἀρτιμαθέϲι τῶν παίδων ἀναγκαίωϲ δίχα ἄρθρου λέγεται, εἴγε τὸ ἄρθρον προϋφεϲτῶϲαν γνῶϲιν δηλοῖ, ὁ δὲ παῖϲ ἀγνοεῖ τὸ ϲτοιχεῖον· ὑγιῶϲ ἄρα φαμὲν κατὰ τὰϲ διδαχὰϲ τοῦτο α ἐϲτίν. ἤδη μέντοι ἀναλαβόντεϲ τὴν γνῶϲιν αὐτοῦ ὡϲ προδεδιδαγμένοι, ἀναγκαίωϲ τὴν κατ᾿ αὐτοῦ ἀναπόληϲιν παρεμφαίνοντεϲ, πάντωϲ καὶ ϲὺν ἄρθρῳ ἀποφαινόμεθα, τὸ α τελικόν ἐϲτι θηλυκῶν τε καὶ οὐδετέρων, τουτέϲτιν ὃ προεμάθομεν α. ἤδη μέντοι λημματιζομένηϲ τῆϲ εὐθείαϲ ϲύνεϲτι καὶ ἡ ὁμόφωνοϲ αἰτιατικὴ ταῖϲ αὐταῖϲ ἐφόδοιϲ καὶ μετὰ ἄρθρου λεγομένη καὶ χωρὶϲ ἄρθρου, πάλιν κατὰ τὴν πρώτην θέϲιν, τοῦτο α προϲαγορεύει ὁ διδάϲκαλοϲ, καὶ πάλιν κατὰ τὴν προϋποκειμένην γνῶϲιν, τὸ ᾱ ἀπήλειψεν ὁ παῖϲ. —