Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 49
Not analysed yet
Ἡ μέντοι γενικὴ καὶ ἡ ϲυμπαθοῦϲα αὐτῇ δοτική, οὐκ ἔχουϲα διὰ τῆϲ φωνῆϲ τὴν γενικὴν ἀποδεῖξαι, ἐπεὶ ἄκλιτα τὰ ϲτοιχεῖα, βοηθεῖτα τῇ τοῦ ἄρθρου κεκλιμένῃ γενικῇ, οἷον τοῦ α ἡ ἐκφώνηϲιϲ μεγίϲτη ἐϲτί· καὶ ἔτι ἐπὶ τῆϲ δοτικῆϲ ὁ αὐτὸϲ λόγοϲ. εἰ γὰρ τὸ ἄρθρον τιϲ ἀφέλοι, ἡ λειπομένη φωνὴ ὡϲ εὐθεῖα λελείψεται, καθό, ὡϲ εἴπομεν, ἡ πρώτη θέϲιϲ εὐθεῖά ἐϲτι. καὶ οὕτω γίνεται ἀκατάλληλα τὰ τοῦ λόγου, ᾱ ἡ ἐκφώνηϲιϲ μεγίϲτη ἐϲτίν. οὐ γὰρ μᾶλλον τῷ ᾱ τὸ ἐϲτί ϲυντετάξεται ἤπερ τῷ μεγίϲτη ἡ ἐκφώνηϲιϲ. ἐπεὶ δύο οὖν εὐθεῖαι οὐδέποτε ϲυνίϲτανται, ὡϲ δύο εὐθειῶν νοουμένων ἀκατάλληλα τὰ τοῦ λόγου γίνεται. ὁ αὐτὸϲ λόγοϲ κἀπὶ τῆϲ δοτικῆϲ, τῷ α πρόϲκειται τὸ ῑ· ἐὰν γὰρ εἴπωμεν· ᾱ πρόϲκειται τὸ ῑ, πάλιν ὡϲ δύο εὐθειῶν νοουμένων ἀκατάλληλα τὰ τοῦ λόγου γίνεται. Ὅτι δὲ διὰ τὸ ἄκλιτον τῆϲ φωνῆϲ ἡ τοῦ ἄρθρου πρόϲθεϲιϲ γίνεται, ϲαφὲϲ κἀκ τῶν ἐγκλινομένων καὶ κατὰ τὴν φωνήν, Δίωνοϲ ἡ ἐκφώνηϲιϲ μεγίϲτη ἐϲτίν· ἰδοὺ γάρ, μὴ ϲυνόντοϲ τοῦ ἄρθρου κατάλληλα τὰ τοῦ λόγου ἐϲτίν. ὁ αὐτὸϲ λόγοϲ κἀπὶ τῆϲ δοτικῆϲ, Δίωνι πρόϲκειται τὸ ι. Ἐδείχθη ἄρα ἥ τε γενικὴ καὶ ἡ δοτικὴ τῶν ϲτοιχείων, ὡϲ ἀναγκαίωϲ οὐ μεθίηϲι τὰ ἄρθρα.