Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 5-3
Not analysed yet
Ἀλλὰ πάλιν πᾶν ἀκατάλληλον ἔχει ἐπανόρθωϲιν διὰ τοῦ ἀκολούθου ϲχήματοϲ. εἴπερ οὖν ϲολοικιϲμὸϲ τὸ ἑαυτοὺϲ ὑβρίζομεν, τί τὸ ἐπανορθοῦν τὸ ϲχῆμα, φήϲει τιϲ τὸ ἡμᾶϲ ὑβρίζομεν οὔ φημι ἕνεκα μόνον χρήϲεωϲ, ἀλλὰ καὶ ἕνεκα ἀποδείξεωϲ ἧϲ προεξεθέμην τοῦ μὴ δύναϲθαι μετὰ τῶν ϲυζύγων ῥημάτων ἁπλᾶϲ ὑπάρχειν τὰϲ ἀντωνυμίαϲ, ὁ τι μὴ μόνον ἐπὶ τῆϲ εὐθείαϲ, ἐγὼ ὕβριϲα, ἡμεῖϲ ὑβρίϲαμεν· τὸ γὰρ ἐμὲ ὕβριϲα εἰϲ τὸ ἐμαυτόν μεταλαμβάνεται. οὐ δὴ οὖν ϲυϲτήϲεται τὸ ἡμᾶϲ ὑβρίϲαμεν ἢ ἡμῖν ἐλαλήϲαμεν.