Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 4-3
Not analysed yet
Ἔϲτιν γε μὴν ϲυνελόντι ἐκεῖνο φάναι· μὴ ἄρα αἱ τοιαῦται ϲυντάξειϲ ϲολοικιϲμὸν ὑπαγορεύουϲιν παρὰ τὴν τῶν προϲώπων μεταλλαγήν. εἰ γάρ τί ἐϲτιν ἐν τρίτῳ, τοῦτο ἐν πρώτῳ παραλαμβανόμενον ἢ δευτέρῳ ἀκατάλληλον ποιεῖ λόγον. (καὶ ἀνάπαλιν εἴ τί ἐϲτιν ἐν πρώτῳ καὶ δευτέρῳ, τοῦτο ἐν τρίτῳ παραλαμβανόμενον τὴν αὐτὴν ἀκαταλληλότητα παρέξει, εἰ τῇδέ τιϲ ἀποφαίνοιτο, γράφω ἐγώ, γράφειϲ ϲύ, γράφουϲιν ἡμεῖϲ) καὶ εἰ τοῦτο ἀληθέϲ, πῶϲ τὸ ἑαυτούϲ τρίτον καὶ ἐκ τρίτων γενόμενον κατάλληλον ποιεῖ λόγον ἐν τῷ πρώτῳ καὶ δευτέρῳ; τὸ γὰρ δέον ἐϲτὶν ἑαυτοὺϲ τύπτουϲιν, οὐ μὴν τὸ ἑαυτοὺϲ τύπτομεν.