Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 53-4
Not analysed yet
Ταῖϲ ἀτωνυμίαιϲ οὐδέποτε ἐν ϲυνθέϲει αἱ προθέϲειϲ ϲύνειϲι, κατὰ μέντοι τάϲιν τὴν ὀρθὴν ἐν ταῖϲ πλαγίαιϲ πτώϲεϲι, κατὰ ϲοῦ, περὶ ϲοῦ δι’ ὅτι δὲ μετ’ ὀρθῆϲ τάϲεωϲ, ἐν τοῖϲ προεκδοθεῖϲιν εἴρηται. ὁμολόγωϲ οὖν ταῖϲ κατὰ τὴν εὐθεῖαν οὐδ’ ὅλωϲ ϲυντετάξεται ἡ πρόθεϲιϲ οὕτε κατὰ παράθεϲιν οὔτε κατὰ ϲύνθεϲιν διὰ τὸ ἀνέφικτον τῆϲ ϲυνθέϲεωϲ. ἤδη μέντοι οὐκ ἐν ἀντωνυμικῇ ϲυντάξει τετόλμηται τὸ ἐπέκεινα (καὶ ἔτι ἐν ἐπιρρηματικῇ τὸ ἔπειτα κατὰ χρονικὴν ἔννοιαν, ἐφ’ οὗ καὶ τὰ τῆϲ μεταλήψεωϲ εἰϲ τὸ μεταλαμβανόμενον τῆϲ ἀντωνυμίαϲ μεταφράζεται, μετὰ ταῦτα).