Ancient Greek · ~1 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 52-4
Not analysed yet
Ὁμόλογον δ’ ὅτι καὶ τὸ ἐξόν καὶ τὸ παρόν ϲχέϲιν τῶν προειρημένων μετοχῶν ἀναδέδεκται, παρακείμενα τῷ ἔξεϲτι καὶ τῷ πάρεϲτιν· ἅπερ ἐϲτὶν ἐν οὐδετέρᾳ καταλήξει δεόντωϲ, ἐπεὶ καὶ ἡ ἐξ αὐτῶν ϲύνταξιϲ ἐπὶτὰ ἀπαρέμφατα φέρεται ἐκ ϲυντάξεωϲ ῥηματικῆϲ τῆϲ πρὸϲ τὰ ἀπαρέμφατα, πάρεϲτι φιλολογεῖν παρὸν φιλολογεῖν, ἔξεϲτι καθεύδειν ἐξὸν καθεύδειν.