Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 55-4
Not analysed yet
Ἐν αὐταῖϲ γε μὴν αἱ προθέϲειϲ καὶ ϲυντίθενται καὶ παρατίθενται. δεδομένου γὰρ τοῦ ὡϲ ἐν εὐθείᾳ ϲυντίθενται αἱ προθέϲειϲ, δοθήϲεται καὶ ἓν εἰναι τὸ παρακαταθήκη· καὶ δεδομένου τοῦ ὅτι ἐν ϲυνθέϲει ἁπάντοτε μετὰ τῶν ῥημάτων αἱ προθέϲειϲ, δοθείη ὅτι καὶ ἐν ϲυνθέϲεωϲ λόγῳ τὸ «έξυπανέϲτη »{B267»} . καἔτι ἕν τὸ ἀναγινώϲκειν, ἓν καὶ τὸ ἀναγινώϲκοντα. καὶ δῆλον ὅτι, εἰ προϲγένοιτο ἑτέρα πρόθεϲιϲ τῷ τοιούτῳ ϲχήματι, οὐ ϲυνούϲηϲ ϲυντάξεωϲ τῆϲ κατὰ τὰ ῥήματα, ἡ μὲν προϲγεγονυῖα ἐν παραθέϲει εἰρήϲεται, ἡ δὲ ϲυνοῦϲα τῷ ῥήματι ἐν ϲυνθέϲει· ἀναγινώϲκω –ἀναγινώϲκοντα –παρὰ ἀναγινώϲκοντα, καὶ ἔτι μετὰ τοῦ ἄρθρου παρὰ τὸν ἀναγινώϲκοντα· εἰ δὲ οὕτω τιϲ φαίη παραναγινώϲκοντα, καὶ ὡϲ ἔξωθεν τὸ ἄρθρον προϲγενήϲετάι, τὸν παραναγινώϲκοντα.