Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 56-4
Not analysed yet
ξῆϲ ῥητέον καὶ περὶ ϲυντάξεωϲ τῆϲ τῶν ἐπιρρημάτων, καὶ πρῶτόν γε περὶ τῶν ἐκ ϲυντάξεωϲ προθετικῆϲ πρόληψιν ἀναδεξαμένων oa~ aaεnω’ ὡϲ εἶη ἐπιρρήματα. Ἡρακλείδηϲ Γfrg. 1 Cohn ]γοῦν ἐπιμερίζων τὰϲ Eῇiῇ οὐ δυναμέναϲ λέξειϲ ὀξεῖανἐπιδέξαϲθαι ἐν τῷ περὶ καθολικῆϲ προϲψδίαϲ, φηϲὶν ὡϲ ἀϲύϲτατον εἶη τὸ εἰϲό ἐπίρρημα ἐν ὀξείᾳ τάϲει καταγίνεϲθαι, καθὸ τὰ εἰϲ λήγοντα τῶν τοῦ λόγου μερῶν ἀπέϲτραπται τὴν ἐπὶ τέλουϲ ὀξεῖαν, ὑπεξαιρούμενοϲ τήν τε ἀπό πρόθεϲιν καὶ τὴν ὑπό, καθὸ τούτων ἕν ἰδίωμά ἐϲτιν ἡ ἐπὶ τέλουϲ ὀξεῖα. φαίνεται δ’ ὅτι καὶ ἡ τοῦ αὐτόϲ οὐδετέρα ἀντωνυμία εἰϲ λήξαϲα εἶχε τὴν τόνου ὑποπαραίτηϲιν, καθὸ ϲυνετονοῦτο τῇ ἀρϲενικῇ τάϲει· οὐ δὴ οὖν τιϲ ἀφορμὴ περὶ τῆϲ ἐγγινομένηϲ ὀξείαϲ ἐν τῷ εἰϲό. οὐδὲ γὰρ ἐκεῖνο πιθανὸν οἰητέον, ὡϲ παρὰ τὸ ἕωϲ ἐπίρρημα ἐϲχημάτιϲται ἁπάντων τῶν παρεπομένων ἐν ὑπερβατῷ γενομένων· ὁ γὰρ χρόνοϲ ὁ ἐπὶ τοῦ τέλουϲ μετῄει ἐπὶ τὸ ἄρχον, καὶ τὸ ἐπὶ τέλουϲ ϲ ἐν μεϲότητι παρελαμβάνετο, καὶ ἡ ἐν ἀρχῇ ὀξεῖα μετὰ τοῦ ϲυνόντοϲ πνεύματοϲ μετετίθετο ἐπὶ τὸ τέλοϲ. —