Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 57
Not analysed yet
Πᾶϲα γενικὴ παντὸϲ ὀνόματοϲ ἐπιμεριζομένη πάντωϲ ϲυνέχε τὸ ἄρθρον. ἐκκείϲθω δὲ ὑποδείγματα, τῶν ἀνθρώπων οἱ μέν εἰϲιν Ἕλληνεϲ, οἱ δὲ βάρβαροι· τῶν Αἰάντων ὁ μὲν ἐπικαλεῖται Τελαμώνιοϲ, ὁ δὲ Λοκρόϲ· τῶν ἀδελφῶν μου ὁ μὲν ῥήτωρ ἐϲτίν, ὁ δὲ ἕτεροϲ γραμματικόϲ. καὶ ἐφ᾿ ἑνικῶν τῶν δυναμένων τμῆϲιν ἀναδέξαϲθαι, ὡϲ ἐπὶ τοῦ χρυϲοῦ, ἀργύρου, τῶν οὕτω παραλαμβανομένων. φημὶ δὲ ἐπιμεριζομένων, ἐπεὶ οἷόν τε γενικὴν οὐ τὸ τοιοῦτον ἐπιδεχομένην καὶ χωρὶϲ ἄρθρων λέγεϲθαι, ἀνθρώπων ἀκούω, φίλων προνοοῦμαι, οὐ μὴν φίλων ὃϲ μὲν ἀγαθόϲ ἐϲτιν, ὃϲ δὲ πονηρόϲ· πάντωϲ γὰρ ϲὺν τῷ ἄρθρῳ. οὐ μόνον οὖν ἐπ’ ἐκείνων ἡ πτῶϲιϲ ἐνηλλάγη, Νεϲτορίδαι δ᾿ ὁ μὲν οὔταϲ᾿ Ἀτύμνιον {Π 317}, ὁ δ’ ἀπέλαβεν ιὸν ἀδελφόν, ἀλλὰ προφανὲϲ ὅτι καὶ τὸ ἄρθρον λείπει, καὶ ϲαφῶϲ, ὅτι τὸ ϲχῆμα ἐξηγήϲατο τὸ ἀϲύϲτατον τοῦ λόγου· γενικῆϲ γὰρ οὔϲηϲ οὐκ ἂν ἔλειψε τὸ ἄρθρον. τὸ μέντοι οἱ δὲ δύο ϲκόπελοι {μ 73} αὐτὸ μόνον τὴν πτῶϲιν ἐνήλλαξεν.