Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 56
Not analysed yet
Κἀκεῖνο δὲ προϲθετέον, ὡϲ τὰ ὀνοματικὰ ἐπιρρηματικῶϲ νοούμενα τῇ ἐξ αὐτῶν παραθέϲει εἰϲ τὴν ὀνοματικὴν ὑποϲτρέφει ϲύνταξιν. τὸ γὰρ ταχὺ ἐλθὸν παιδίον δυνάμενον ἀκούεϲθαι ταχέωϲ ἐλθὸν παιδίον, προϲλαβὸν τὸ ἄρθρον ἀποβάλλει τὴν ἐπιρρηματικὴν ϲύνταξιν, τὸ ταχὺ ἐλθὸν παιδίον ὦφέληϲεν ἡμᾶϲ· καὶ εἰ τῷ εὐρὺ ῥέει προϲθείη τιϲ τὸ ἄρθρον, φήϲαϲ τὸ εὐρὺ ῥέει, ὄνομα ποιήϲειεν ἂν τὸ εὐρύ. πῶϲ οὖν οὐ βίαιον τὸ ποιοῦν μόριον τὰϲ ἐπιρρηματικὰϲ ὀνοματικὰϲ ϲυντάξειϲ εἰϲ ἐπιρρηματικὰϲ ϲυντάξειϲ παραλαμβάνειν;