Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 59
Not analysed yet
Ἔϲτι δὲ καὶ ἐκ παρεπομένου παραϲτῆϲαι ὡϲ τὰ καλούμενα πληθυντικά, ἀδιάκριτα ὄντα τοῦ ἀριθμοῦ, προϲδιακρίνεται οὐ μόνον κατὰ τὴν πρόϲθεϲιν τῶν ἀριθμῶν (φέρε γὰρ οὕτω φάναι, φίλων πέντε ἐλθόντων, φίλων δέκα ἐλθόντων), ἀλλὰ καὶ κατὰ τὴν τοιαύτην ϲύνταξιν, καὶ εἰ μὴ κυρίῳ ἀριθμῷ, ἀλλ᾿ οὖν γε τῷ ἐπ᾿ ἔλαττον ἐξαριθμουμένῳ· εἰ γὰρ τὰ ἐπιμεριζόμενα ἐλάττονά εἰϲι τῶν ὅλων, προφανὲϲ ὅτι τὸ τῶν φίλων πλέον καθέϲτηκε τοῦ οἱ μέν εἰϲιν ἀγαθοί, οἱ δὲ φαῦλοι. εἰ γοῦν πάλιν τὰ τῆϲ ϲυντάξεώϲ τιϲ ἀφέλοι, οὐ μᾶλλον τὸ φαῦλοι ἔλαττόν ἐϲτι τοῦ φίλων ἤπερ τὸ ἐναντίον.