Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 60
Not analysed yet
Προφανῶν οὐϲῶν τῶν τοιούτων ϲυντάξεων οἰήϲονταί τινεϲ, κἂν μὴ παραλάβωϲι τὸν λόγον, διαϲῴζειν τὰ τῆϲ ϲυντάξεωϲ. οὗτοι ὅμοιόν τι πείϲονται τοῖϲ ἐκ τριβῆϲ τὰ ϲχήματα τῶν λέξεων παρειληφόϲιν, οὐ μὴν ἐκ δυνάμεωϲ τῶν κατὰ παράδοϲιν τῶν Ἑλλήνων καὶ τῆϲ ϲυμπαρεπομένηϲ ἐν αὐτοῖϲ ἀναλογίαϲ· οἷϲ παρακολουθεῖ τὸ εἰ διαμάρτοιεν ἔν τινι ϲχήματι μὴ δύναϲθαι διορθοῦν τὸ ἁμάρτημα διὰ τὴν παρακολουθοῦϲαν αὐτοῖϲ ἀπειρίαν. καθάπερ οὖν πάμπολλόϲ ἐϲτιν ἡ εὐχρηϲτία τῆϲ κατὰ τὸν Ἑλληνιϲμὸν παραδόϲεωϲ, κατορθοῦϲα μὲν τὴν τῶν ποιημάτων ἀνάγνωϲιν τήν τε ἀνὰ χεῖρα ὁμιλίαν, καὶ ἔτι ἐπικρίνουϲα τὴν παρὰ τοῖϲ ἀρχαίοιϲ θέϲιν τῶν ὀνομάτων, τὸν αὐτὸν δὴ τρόπον καὶ ἡ προκειμένη ζήτηϲιϲ τῆϲ καταλληλότητοϲ τὰ ὁπωϲδήποτε διαπεϲόντα ἐν λόγῳ κατορθώϲει.