Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 6-2
Not analysed yet
Πρόκειται μὲν οὖν ἡ ἐξαίρετοϲ κλίϲιϲ κατ’ ἀμφότερα μέρη, ϲύνεϲτιν δὲ δεῖξιϲ διττή, ἡ κατὰ ἀπόλυτον ἐκφοράν, ἔπαιϲέ με (φανερὸν γὰρ ὅτι δεῖξιϲ, ἀλλ’ οὐκ ἐπιτεταμένη οὐδὲ πρόϲ τι ἀνατεινομένη), καὶ. ἀντιδιαϲταλτική, ἐμὲ αὐτὸν ἔπαιϲε· πρόδηλον γὰρ ὅτι ἐπιτέταται τὰ τῆϲ δείξεωϲ, καθάπερ τὰ ἐν τῇ ποιότητι ἐπινοεῖται. λευκόϲ ἀπολελυμένην ἔχει τὴν ποιότητα, ἐπιτεταμένην δὲ ἐν τῷ λευκότεροϲ πρὸϲ ἕτερον πρόϲωπον ὃ πάντωϲ ἐπιζητοῦμεν. ᾦ λόγῳ καὶ τὸ ἐμέ ἐπιτεῖναν τὴν δεῖξιν ἀπῄτηϲε πρὸϲ ὃ ἐπετάθη. δ’ ὅ τι μέντοι ἐν ἁπάϲαιϲ τὸ τοιοῦτον οὐκ ἐγχωρεῖ, ἐν τοῖϲ κατὰ μέροϲ εἰρήϲεται.