Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 7-2
Not analysed yet
Καλοῦνται αἱ ἐντελεῖϲ κατὰ τὴν φωνὴν καὶ τὸν διεγηγερμένον τόνον ὀρθοτονούμεναι, τάχα ϲυνωνυμοῦντοϲ τοῦ ὀρθοῦ καὶ τοῦ ὑγιοῦϲ· αἱ δὲ τὸν τόνον μετατιθεῖϲαι ὡϲπερεὶ βάροϲ ἀπὸ τῶν ἐγκλινόντων τὰ βάρη ἐφ’ ἕτερον ϲῶμα ἐγκλιτικαί· εἴγε τὸ ϲοὶ μὲν ἐγώ, ϲὺ δ’ ἐμοί {Δ 63} μετὰ τῆϲ ἐντελοῦϲ γραφῆϲ καὶ τὸν ἴδιον τόνον ἔχει, τὸ δὲ καί μοι ταῦτ’ ἀγόρευϲον {ν 232} παρῆκεν μὲν τὴν γραφήν, μετέθηκεν δὲ καὶ τὸν τόνον.