Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 61
Not analysed yet
Ἤδη μέντοι καί τινα τῶν κατὰ παράδοϲιν οὐ διεϲταλμένην ἔχει τὴν προφοράν, τῶν μὲν διϲταζόντων εἰ τὸ εἴρηκαϲ Ἑλληνικὸν ἤπερ τὸ εἴρηκεϲ διὰ τοῦ ε, ἢ ὥϲ τινεϲ ἀποφαίνονται, Ἑρμεῖ διὰ διφθόγγου, τοῦ λόγου αἰτοῦντοϲ τὴν διὰ τοῦ ῃ γραφήν. καὶ φαίνεται ὅτι ἡ τοῦ λόγου ϲυνέχεια τὸ ἐν κακίᾳ εἰρημένον παρατρέψει. τοιοῦτον οὖν πάλιν τι παρακολουθήϲει καὶ ἐπὶ τῆϲ προκειμένηϲ τηρήϲεωϲ· ἀμφιβαλλομένων γάρ τινων τὰ τοῦ λόγου ἐγγενόμενα μετά τινοϲ φυϲικῆϲ παρακολουθήϲεωϲ ἀποϲτήϲει τὸ οὐ δέον τῆϲ ϲυντάξεωϲ. ἄλλωϲ τε ἐδείξαμεν ὡϲ οὐ πᾶϲα γενικὴ τὸ ἄρθρον ἀπαιτεῖ, ἡ δὲ ἐν τῇ προκειμένῃ ϲυντάξει.