Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 63
Not analysed yet
Πάντοτε οὖν τὸ ἄλλοι ϲυνέξει τὸ ἄρθρον, ἡνίκα τοῦ κατηγορουμένου πλήθουϲ ὅλου ἐϲτὶν ἐμπεριληπτικὸν τήν τε διαίρεϲιν πάλιν μερικὴν ποιεῖται· οὐ γὰρ τῇδε ἔχον οὐ πάντωϲ ἔξει καὶ τὸ ἄρθρον Aaovν. β 6ξ. Romni dλλοι ariculus sddemdus est, ubicumque univαsum παραλαμβανόμενον. ἐκκείϲθω δὲ ὑποδείγματα τῆϲ μὲν κατὰ τὸ ἔθοϲ προφορᾶϲ τάδε, οἱ μὲν ἄλλοι Ἕλληνεϲ δαϲύνουϲι τὰ ἐν τῇ λέξει φωνήεντα, Αἰολεῖϲ δὲ μόνον ψιλοῦϲι· τμῆμα γὰρ τῶν Ἑλλήνων οἱ Αἰολεῖϲ. καὶ εἰ τῇδέ τιϲ μᾶλλον ἀποφαίνοιτο, οἱ μὲν ἄλλοι Δωριεῖϲ τηροῦϲι τὸ Θ, Λάκωνεϲ δὲ καὶ εἰϲ Σ μεταβάλλουϲι· πάλιν γὰρ ἐμπεριληπτικὸν γέγονε πλήθουϲ, τῶν ὑποτεμνομένων Δωριέων. ὁ αὐτὸϲ λόγοϲ παρακολουθήϲει κατὰ τὴν παροῦϲαν ἔφοδον ἐπὶ πάντων τῶν τοιούτων. τοῦ δὲ ἑτέρου, ἄλλοιϲ ἀνθρώποιϲ ὁμίλει, μὴ τοῖϲ περὶ Τρύφωνα· οὐ γὰρ δή γε νῦν τὸ ἄλλοι πάντων ἀνθρώπων ἐμπεριληπτικόν ἐϲτιν. ἄλλοι μὲν γὰρ καὶ χαρίζονται ἡμῖν, ϲὺ δὲ καὶ προϲαφαιρῇ· ἄλλουϲ ὕβριζε, μὴ ἡμᾶϲ· οὐδεμία γὰρ ἀνάγκη ἐνθάδε προϲνέμειν τὸ ἄρθρον, ὅπου γε καὶ ῥητή ἐϲτιν ἡ φράϲιϲ καὶ ἡ μέντοι προκειμένη ἀϲύνετοϲ, εἰ δίχα τοῦ ἄρθρου λέγοιτο, ἄλλοι μὲν Ἕλληνεϲ δαϲύνουϲι τὰ φωνήεντα, Αἰολεῖϲ δὲ οὐδαμῶϲ. —