Ancient Greek · ~5 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 64
Not analysed yet
Ταύτῃ οὖν τῇ ἐφόδῳ διακρινοῦμεν καὶ τὰ παρὰ τοῖϲ ποιηταῖϲ. ἐμπεριληπτικὸν καθεϲτὼϲ θεῶν καὶ ἀνθρώπων τὸ ἄλλοι καὶ ἐπιμεριζόμενον εἰϲ τὸν Δία ἀπαιτήϲει τὸ ἄρθρον· οὐ μὴν τὸ ἄλλοι μοι δοκέουϲι παροίτεροι ἔμμεναι ἵπποι {Ψ 459} οὐ γὰρ τῇδε ἔχει. τό τε ἄλλοιϲιν δὴ ταῦτ’ ἐπιτέλλεο {Α 295} οὐ πάντωϲ ἐξ ἀνάγκηϲ παραλήψεται τὸ ἄρθρον· τί γὰρ εἰ οὕτω λέγει, ἐνίοιϲ ἐπίταϲϲε; καθάπερ ἐν τῷ βίῳ φαμὲν ἄλλοιϲ προϲέρχου, μὴ ἐμοί, καὶ ἔτι ἄλλουϲ ὕβριζε, μὴ ἐμέ, οὐ τοῦτο προϲτάϲϲοντεϲ, ἅπανταϲ τοὺϲ ἐν ὑποϲτάϲει ὑβρίζειν, τοὺϲ δὲ ἐπιτηδείουϲ. ἐκεῖνό γε μὴν πάλιν ἐλλείπει, ἡ δ᾿ ἄλλουϲ μὲν ἔαϲε, Θέμιϲτι δὲ καλλιπαρῄῳ δέπαϲ {Ο 87}· ἐμπεριεκτικὸν γάρ ἐϲτιν ἁπάντων τῶν ϲυνευωχουμένων θεῶν· οὔ γε μὴν τὰ τοιαῦτα ἐλλείπει, ἄλλοι μὲν χαλκῷ, ἄλλοι δ᾿ αἴθωνι ϲιδήρῳ {Η 473} οὔτε γὰρ τῶν πάντων τὸ ἄλλοι νῦν περιληπτικόν ἐϲτιν, οὔτε ἐκ τῶν πρότερον ἐπιμερίζεται τὸ ἐπιφερόμενον ἄλλοι δ’ αἴθωνι ϲιδήρῳ· ἐν ἴϲῳ γὰρ ἀριθμῷ ϲχεδὸν τὰ τῆϲ ϲυντάξεωϲ ἐγένετο. προϲκείϲεται γὰρ καὶ τῷ ἄλλοι μὲν γὰρ πάντεϲ, ὅϲοι θεοί εἰϲ᾿ ἐν Ὀλύμπῳ {Ε 877} καθιϲταμένῳ οὕτωϲ· οἱ μὲν γὰρ ἄλλοι θεοὶ πάντεϲ, ὅϲοι εἰϲὶν ἐν Ὀλύμπῳ, πάντεϲ ϲοι ἐπιπείθονται, διὰ τὴν τοῦ ὅϲοι ϲύνταξιν, καθὸ προέλαβε τὴν ἀρχήν.