Ancient Greek · ~2 min
68 to 69
Apollonius Dyscolus, Περὶ συντάξεως 68-69
Not analysed yet
Κἀκεῖνο δ᾿ ἐπιϲτατέον, τί δή ποτε οὐκ ἐν ἄλλῃ πτώϲει προϲεχώρει τὰ τῆϲ ϲυντάξεωϲ, καὶ μάλιϲτά γε τῇ δοτικῇ, ἧϲ ἐϲτι ϲύνταξιϲ, μόνῃ δὲ τῇ γενικῇ· ἢ ὅτι τὰ ἐπιμεριζόμενα, μέρη ὄντα ὅλου ἀθροίϲματοϲ, κτητικὴν ϲύνταξιν ἀπῄτει, δι᾿ ἄλληϲ δὲ πτώϲεωϲ οὐκ ἐμφανίζεται κτῆϲιϲ ἢ διὰ μόνηϲ γενικῆϲ. Καὶ τοϲαῦτα περὶ τῶν ἀεὶ ϲυνυπαρχόντων ἄρθρων τοῖϲ πτωτικοῖϲ. ἑξῆϲ χωρητέον καὶ ἐπὶ τὰ ἀδυνατοῦντα μόρια τὴν ϲύνταξιν τῶν ἄρθρων παραδέξαϲθαι.