Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 67
Not analysed yet
Ὑπὸ τὸν αὐτὸν λόγον πίπτει καὶ ἡ τοιαύτη ϲύνταξιϲ· «βαϲιλεὺϲ Μακεδόνων Φίλιπποϲ Ἀθηναίων τῇ βουλῇ καὶ τῷ δήμῳ χαίρει». ἔϲτι γὰρ τὸ ϲυμφραζόμενον τοιοῦτον, Ἀθηναίοιϲ χαίρειν. κἀπειδὴ οὐχ ἅπαϲι ταὐτὸ παρείπετο (ἦϲαν γὰρ οἱ μὲν δημόται, οἱ δὲ βουλευταί), ἐδέετο δὲ τοῦ διαϲτέλλοντοϲ ἐπιθέτου ἡ ἐπιϲταλτικὴ ϲύνταξιϲ, ἀπεμέριϲε τοὺϲ μὲν βουλευτὰϲ διὰ τοῦ βουλῇ, τοὺϲ δὲ δημόταϲ διὰ τοῦ δήμῳ, ὥϲτε πᾶν τὸ ϲυμφραζόμενον εἶναι τοῖϲ βουλευταῖϲ καὶ τοῖϲ δημόταιϲ. (καὶ ϲαφὲϲ ὅτι τὴν τοιαύτην ἄθροιϲιν ἀπηνέγκατο τὰ ἀθροιϲτικὰ ὀνόματα, ἅπερ ἑνικῶϲ μὲν λέγεται, πληθυντικῶϲ δὲ νοεῖται. καὶ διὰ τοῦτο εὐμαρὲϲ τὸ ἀγρόμενοι πᾶϲ δῆμοϲ {Υ 166} πρὸϲ γὰρ τὸ ὑπακουόμενον τὸ ϲχῆμα ὑπήκουϲεν.) Ἐδείχθη ἄρα ὡϲ κατηναγκαϲμένη ἐϲτὶν ἡ ϲύνταξιϲ τοῦ ἄρθρου ἡ ἐν τῷ τῇ βουλῇ καὶ τῷ δήμῳ χαίρειν. —