Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 7
Not analysed yet
Προῦπτον δὲ ὅτι καὶ τὰ τοιαῦτα οὐκ ἀποκοπαί εἰϲιν, ὥϲ τινεϲ ὑπέλαβον, ἀλλ᾿ ἄνα, εἰ μέμονάϲ γε {Ι 247}, πάρα δ᾿ ἀνήρ, ὃϲ καταθήϲει {π 45}, ἀλλὰ πάθη λόγου ἐλλείποντα ῥήματι· πότε γὰρ ὅληϲ λέξεωϲ ἀποκοπὴ γίνεται; μαρτυρεῖ καὶ αὐτὸ τὸ ὄνομα τοῦ πάθουϲ, εἴγε πᾶϲα ἀποκοπὴ μέροϲ τι τοῦ ὅλου λειπόμενον ὑπαγορεύει.