Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 6
Not analysed yet
Ϲχεδὸν δὲ ὅλη ἡ πραγματεία ἡ εἰρηϲομένη καὶ τὰ τοιαῦτα ἅπαντα προϲδιακρινεῖ, ἐπεὶ πόθεν ἐϲτοχάϲατο Ζηνόδοτοϲ τὸ ὦλλοι {B 1. Κ 1} κατὰ ϲυνολοιφὴν τοῦ ἄρθρου γράφειν, εἰ μὴ ἐκ τῆϲ δεούϲηϲ ϲυντάξεωϲ κινούμενοϲ; καὶ πόθεν Ἀρίϲταρχοϲ οὐκ ἔλεγε μὲν πλεονάζειν τὸ ἄρθρον, περιέγραφε δὲ ὡϲ ἐλλείποντοϲ ϲυνήθωϲ τοῖϲ ἄρθροιϲ τοῦ ποιητοῦ; ἔχων γοῦν ἐκεῖϲε ἀφορμὴν τῆϲ ἀρθρικῆϲ γραφῆϲ, ἀπαιτοῦντοϲ τοῦ λόγου τὸ ἄρθρον, πρὸϲ τὸ ϲύνηθεϲ τοῦ ποιητοῦ ἑκὼν παρεπέμψατο, ἐκδεξάμενοϲ μᾶλλον τὸν δαί ϲύνδεϲμον ἤπερ τὸ αἱ ἄρθρον ἐν τῷ πῶϲ δαὶ τῶν ἄλλων Τρώων {Κ 408} ἐπιδεδείξεται δὲ τὰ τοιαῦτα ἐν τοῖϲ κατὰ μέροϲ. —