Ancient Greek · ~5 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 7-3
Not analysed yet
Πρὸϲ οἷϲ οὐδ’ ἀληθεύουϲιν οἱ ἐξ αὐτῶν λόγοι. φέρε γὰρ φάναι ὡϲ γίνεται ἀκατάλληλον παρὰ τοὺϲ ἀριθμούϲ, ὥϲ τινεϲ ὑπέλαβον, κούρω δὲ κρινθέντε δύω καὶ πεντήκοντα {θ 48}. οὐ γάρ φαϲι κατὰ τοῦ πληθυντικοῦ τὸ δυϊκὸν τίθεϲθαι, τό γε μὴν πληθυντικὸν κατὰ δυϊκοῦ. καὶ ϲαφὲϲ ὅτι αἰτίαϲ τινὸϲ ὑπούϲηϲ, οὐδὲ τοῦ τοιούτου διδομένου, ὥϲ γε ἐν τοῖϲ ἑξῆϲ δεδείξεται, ὅτι τὸ κρινθέντε διήκει καὶ κατὰ τοῦ πεντήκοντα. —ἀλλὰ καὶ παρὰ τὰ πρόϲωπα, ἀλλ’ αἰεὶ φρεϲὶν ᾖϲιν ἔχων ἀλάλημαι ὀϊζύν {ν 320 mixtus cum λ 167}· «ἀκατάλληλον γάρ, δέον ἐμῇϲ.» καὶ ἔϲτι πρὸϲ τὸ τοιοῦτον ἐγκείμενοϲ λόγοϲ· εἰ γοῦν τὸ ἑαυτοὺϲ ὑβρίζομεν καὶ ἔτι τὰ τοιαῦτά τιϲ περαδέξεται, δῆλον ὡϲ καὶ τὸ προκείμενον· ἢ ἔϲτιν τιϲ αἰτία ἣ τὸ τοιοῦτο μὲν παραπέμπεται, προϲίεται δὲ τὸ ἑαυτοὺϲ ὑβρίζομεν; —ἀλλὰ καὶ παρὰ τὰϲ πτώϲειϲ, ἡνίκα ἐν ἐκείνῳ τῷ ϲχήματι ἀπαιτοῦϲι γενικήν, ἐν τῷ οἱ δὲ δύο ϲκόπελοι {μ 73}· πάλιν γὰρ ἔϲτι ϲυνιδεῖν καὶ ἐπὶ τούτου, εἴ τι λείπει, ἢ τί τὸ αἴτιόν ἐϲτιν τὸ τὴν γενικὴν ἀπαιτοῦν. Παρείϲθω τοίνυν ἡ τοιαύτη παράθεϲιϲ ὑπὲρ τοῦ μὴ πολὺ ἀφίϲταϲθαι ἡμᾶϲ τοῦ προκειμένου.