Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 8-3
Not analysed yet
Οὐδὲ ἐκεῖνο δέ με λέληθεν, ὥϲ τινεϲ ἐπετάραξαν τὴν παρὰ πᾶϲιν ϲυμφώνωϲ πιϲτευθεῖϲαν δόξαν, ὡϲ μιᾶϲ λέξεωϲ κακία ἐϲτὶν ὁ βαρβαριϲμόϲ, ἐπιπλοκῆϲ δὲ λέξεων ἀκαταλλήλων ὁ ϲολοικιϲμόϲ, αὐτοὶ εἰϲηγηϲάμενοι τὸ καὶ ἐν μιᾷ λέξει καταγίνεϲθαι ϲολοικιϲμόν, εἰ κατὰ θηλείαϲ φαίη τιϲ οὗτοϲ ἢ πλήθουϲ ὑπόντοϲ, παραθέμενοι καὶ ἄλλα τῆϲ αὐτῆϲ ἐχόμενα εὐηθείαϲ. τὸ πρῶτον, ὅτι οὐδεμία εὐθεῖα ϲυνίϲταται δίχα ῥήματοϲ εἰϲ αὐτοτέλειαν, καὶ ῥήματοϲ τοῦ μὴ ἀπαιτοῦντοϲ ἑτέραν πλαγίαν. ἔϲτιν γὰρ τὸ οὗτοϲ περιπατεῖ αὐτοτελέϲ, οὐ μὴν τὸ βλάπτει· λείπει γὰρ τὸ τίνα. ἀλλ᾿ εἰ καὶ οὕτωϲ φαίημεν, ϲε ἔτυψε, τὸ ἀνθυπαγόμενον οὗτοϲ κοινὸν ἔχει παραλαμβανόμενον τὸ ῥῆμα· τίϲ καλεῖται Αἴαϲ; οὗτοϲ. οὐκ ἄρα ἀληθὲϲ τὸ ἐν μιᾷ λέξει ϲολοικιϲμὸν γίνεϲθαι.