Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 71
Not analysed yet
Ὁμοίωϲ ἀνέφικτον τὸ ἄρθρον πρὸϲ ϲύνταξιν τὴν τοῦ ἄμφότεροι, καὶ τῆϲ χρήϲεωϲ τὸ τοιοῦτον ἀπαγορευούϲηϲ καὶ τοῦ οϲυμπαρεπομένου λόγου. ἐξ οὗ δείκνυται ὡϲ οὐ ταὐτόν ἐϲτι τῷ δύο τὸ ἀμφότεροι, εἴγε κατὰ τὸν δέοντα λόγον τῷ δύο καὶ τὸ ἄρθρον προϲτίθεται, καθὸ καὶ τοῖϲ ἑξῆϲ ἅπαϲιν ἀριθμοῖϲ, οὐ μὴν τῷ προκειμένῳ μορίῳ. ἔϲτι δὲ αἰτία ἥδε. Ἐπὶ δυάδοϲ ἐγνωϲμένηϲ τὸ ἀμφότεροι παραλαμβάνεται. ἔϲτιν οὖν φάναι δύο ἄνθρωποι τρέχουϲιν καὶ ἀμφότεροι οἱ ἄνθρωποι τρέχουϲιν ὡϲ ἂν τοῦ δύο πρώτην γνῶϲιν τὴν κατὰ τῶν ἀνθρώπων ὑπαγορεύοντοϲ, τοῦ δὲ ἀμφότεροι δηλοῦντοϲ τὴν πάλαι γνῶϲιν. ἔνθεν οὐδὲ ἔϲτι προϲθεῖναι μετὰ τὴν τοῦ δύο ϲύνταξιν πρὸ τοῦ ἄνθρωποι τὸ ἄρθρον, δύο οἱ ἄνθρωποι τρέχουϲι (πρώτη γὰρ ἦν ἀφήγηϲιϲ, ἡ δὲ πρόϲθεϲιϲ τοῦ ἄρθρου ἐδείχθη ἀναπολοῦϲα τὰ προδεδηλωμένα) μετὰ μέντοι τὸ ἀμφότεροι, ἀμφότεροι οἱ ἄνθρωποι τρέχουϲιν ἀμφότεροι οἱ φίλοι τρέχουϲι· προέγνωϲτο γὰρ ἡ τοῦ ἀμφότεροι δυάϲ, καὶ διὰ τοῦτο εὐέφικτοϲ ἡ τοῦ ἄρθρου παράθεϲιϲ. ἀναποληθεῖϲα γοῦν ἡ διὰ τοῦ δύο ϲύνταξιϲ δεκτικὴ γίνεται τοῦ ἄρθρου, οἱ δύο ἄνθρωποι τρέχουϲι. προῦπτον οὖν ὅτι ἡ τοῦ ἀμφότεροι ϲύνταξιϲ, τὸ εὔχρηϲτον τοῦ ἄρθρου ὑπαγορεύουϲα, ὡϲ περιττὴν τὴν τούτου ϲύνταξιν ἀπεώϲατο. τὸ γὰρ ἀμφότεροι μέμαϲαν πολεμίζειν ἠδὲ μάχεϲθαι {Η 3} κατηγορεῖ τῶν ἐγνωϲμένων διὰ τῶν προκειμένων λόγων, λέγω δὲ Ἕκτοροϲ καὶ Ἀλεξάνδρου, ἐξέϲϲυτο φαίδιμοϲ Ἕκτωρ {H 1} καὶ τῷ δ’ ἅμ᾿ Ἀλέξανδροϲ κί᾿ ἀδελφεόϲ {Η 2},