Ancient Greek · ~1 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 72
Not analysed yet
Οὐ λέληθε δέ με ἡ ὑπαρκτικὴ τῶν ῥημάτων ϲύνταξιϲ παραδεχομένη μετὰ τοῦ ἀμφότεροι τὰ ϲυνόπτα ὀνόματα χωρὶϲ ἄρθρου, ἀμφότεροι φίλοι εἰϲίν, ἀμφότεροι ἄνθρωποί εἰϲιν, ἀμφότεροι γραμματικοὶ ὀνομάζονται, καθὸ ὑπέκειτο μέν τιϲ δυὰϲ ἡ διὰ τοῦ ἀμφότεροι, τὸ δ᾿ ἐπιγεγενημένον ταύτῃ ἡ ὑπάρκτικὴ ϲύνταξιϲ ἀφηγεῖται, ὡϲ ἐν τοῖϲ ἑξῆϲ τὸ τοιοῦτον ἀκριβέϲτερον ἀποδοθήϲεται.