Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 74-4
Not analysed yet
παρὰ δὴ τὸ ἀφανήϲ ὄνομα ἀπετελεῖτό τι θηλυκὸν κοπτὰ παρώνυμον ϲχηματιϲμόν, ἀφανία καὶ ἀφάνεια. διϲϲὰ γὰρ τὰ τοιαῦτα, εὑϲεβήϲ εὐϲέβεια, ἀφ’ οὗ πάλιν τὸ εὐϲεβίη τέθνηκεν {fort. Callimachi, frgm. 519 Schn. },εὐμάθεια, ἀλλὰ μὴν καὶ εὐμαθία, εὐμαθίην ῥτεῖτο διδοὺϲ ἐμέ {Callimachi epigr. 49 Sehn. ,Anth. Pal. VI 310, I 397,12 Stadim}. οὕτωϲ ἔχει καὶ τὸ ἀδρανίη τόδε πολλόν {fort. Callimachi, 520 Schn. }. παρὰ δὴ τὸ προκείμενον ὄνομα παρείπετό τιϲ ϲύντοξιϲ ἐκ γενικῆϲ πτώϲεωϲ τὸ ἐξ ἀφανίαϲ, ὡϲ καὶ παρὰ τὸ αὐτόϲ πάλιν τι ἐγένετο θηλυκὸν ἐξ αὐτῆϲ κατ’ ἐπιρρηματικὴν ϲύνταξιν· ἐξ αὐτῆϲ ἴωμεν πρὸϲ Διονύϲιον. περᾶ δὴ οὖν τὴν προκειμένην ϲύνταξιν ϲυγκοπὴ μὲν τοῦ α κτὰ μέϲην ϲυλλαβὴν ἐγίνετο, μεθ’ ὑπερβιβαϲμοῦ κατὰ τὸ ἄρχον μέροϲ τοῦ παραλήγοντοϲ i, δ δὴ καὶ ατιον ἦν τοῦ εἰϲ α καταλήγειν τὸ μόριον. καὶ φαίνετάι ὅτι ἀναγκαίωϲ καὶ τὸ λγον α μεταλαμβάνει εἰϲ τὸ η, τοῦ αἰτίου τῆϲ λήξεωϲ ἀφιϲταμένου κατὰ τὸ περβατόν· καὶ οὕτω τὸ ἐξαίφνηϲ ἀποτελεῖται.