Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 73-4
Not analysed yet
Ἑξῆς διαληπτέον καὶ περὶ τοῦ ἐξαίφνηϲ, πότερον ἥνωται καἰ τύποϲ ἐϲτὶν ἐπιρρηματικόϲ, ἢ ἐκ προθετικῆϲ ϲυντάξεωϲ ἐπιρρήματοϲ ἔννοιαν παρίϲτηϲι, καθάπερ ἔϲτιν ἐπινοῆϲαι ἄπειρα τοιαῦτα, οἰϲ καὶ ἀντιπαράκειται ἐπιρρήματα τὴν αὐτὴν ϲχέϲιν ϲημαίνοντα, εἰϲ οἶκον ἀπέρχομαι —οἴκαδε ἀπέρχομαι ,ἐξ οἴκου παρεγενόμην —οἴκοθεν παρεγενόμην, ἐν οἶκῳ ϲε μένω —οἶκοθί ϲε μένω. ταύτηϲ τῆϲ ϲυντάξεωϲ ἔφαμεν καὶ τὸ οἶκον δ’ ἐϲελεύϲομαι {Ζ 365} ὡϲ πρὸϲ τὸ οἴκαδε, ἀποδείξαντεϲ ὡϲ δύο μέρη λόγου ἐϲτὶν τὸ οἶκον δέ. καὶ δὴ τὸ προκείμενον μόριον διὰ τὸ ἐπακολουθῆϲαν πάθοϲ τῇ φωνῇ οὐ προφανῆ τὰ τῆϲ ϲυντάξεωϲ κατέϲτηϲε, τῶν οὕτω γινομένων ἁπάντων κατ’ οὐδένα τρόπον ἐπιϲτάϲεωϲ τυχόντων, καθάπερ πρόκειται. —