Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 76-4
Not analysed yet
Παρὸν δὲ κἀκ τοῦ ἀντιπαρακειμένου ἐπιρρήματοϲ τὸ πάθοϲ ἐπιδεῖξαι. ἰδοὺ γὰρ παρὰ τὸ ἀφανήϲ ὄνομα ἦν ἀποτελούμενον ἐπίρρημα παρακείμενον ὁμότονον γενικῇ πληθυντικῇ τῇ ἀφανῶν, τὸ ἀφανῶϲ (ὡϲ καὶ εὐϲεβῶν –εὐϲεβῶϲ· ἃ δὴ ἔφαμεν ϲυνυπάρχειν καὶ ϲυντονοῦϲθαι ταῖϲ τοιαύταιϲ γενικαῖϲ). ἐφ’ οὗ δὴ πάλιν τὸ προκείμενον πάθοϲ ἐπακολουθεῖ. καὶ ἐπεὶ οὐκέτι ϲυνείχετο ὑπὸ τῆϲ ϲυνούϲηϲ γενικϲ διὰ τὸ ἐπακολουθῆϲαν πάθοϲ, οὐδὲ τὴν ταύτηϲ τάϲιν ἀνεδέχετο (ὡϲ γὰρ ἔφαμεν, ϲυνυπαρχουϲῶν τῶν γενικῶν ϲυνυπάρχει καὶ τὰ τοῦ τόνου). μετῄει οὖν εἰϲ βαρεῖαν τάϲιν, δεόντωϲ καὶ τὸ ϲ ἀποβάλλον. ἔϲΘ’ ὅτε γὰρ πάλιν ἡ τοιαύτη κατάληξιϲ μετὰ τοῦ προκειμένου τόνου καὶ τὸ ϲ ἀποϲτάντοϲ δὲ τοῦ τόνου ἦν ἔνδεκτον ϲυναποϲτῆναι καὶ τὸ ϲ, καθότι καὶ τῶν εἰϲ ω ληγόντων ἐπιρρημάτων τὴν τάϲιν μετελάμβανεν, ἅπερ οὐκέτι τριγενέϲιν ὀνόμαϲιν ἀνθυπήγετο, ὡϲ ἔχει τὸ ἔϲω, κάτω, κύκλῳ, τόνῳ.