Ancient Greek · ~5 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 77-4
Not analysed yet
ἔφαμεν δὲ καὶ ἐν ἑτέροιϲ ὡϲ ἀπειράκιϲ αἱ λέξειϲ πρὸϲ τὰϲ ἀποβολὰϲ τῶν ϲτοιχείων καὶ τοὺϲ τόνουϲ μεθιϲτᾶϲιν. ϲυνεῖχε τὴν ὀξεῖαν τὸ ξ ἐν τοῖϲ τοιούτοιϲἐπιρρήμαϲιν, ὀδάξ, ὑποδράξ, ὀκλάξ· ἀλλ᾿ ἐλλεῖψαν ἐν τῷ ὑπόδρα μετέϲτηϲε καὶ τὴν ὀξεῖαν, ὅμοιον αὐτὸ καταϲτῆϲαν τῷ ῥίμφα, μάλα, αἶψα, τοῖϲ οὕτω βαρυνομένοιϲ. ὁμοίωϲ καὶ τὸ ϲ ἐν τοῖϲ εἰϲ ιϲ λήγουϲι μετὰ μακρᾶϲ τῆϲ ϲυνούϲηϲ κατὰ τὸ παρεδρεῦον, χωρίϲ, ἀμφίϲ, ἀμοιβηδίϲ· ἀλλ᾿ ἐπεὶ ἐν βαρυτόνοιϲ ἡ ἀποβολὴ τοῦ ϲ ἐγένετο, ὡϲ ἐν τῷ πολλάκι καὶ δεκάκι, καὶ τὸ χωρίϲ ἀποβάλλον τὸ ϲ ἐγίνετο χῶρι, ὅμοιον καθεϲτὼϲ τῷ αὖθι καὶ τοῖϲ παρακειμένοιϲ. ἐδείξαμεν καὶ ἐπὶ τοῦ δεϲποϲτήϲ, ἐργαϲτήϲ, ὡϲ τῇ ἀποβολῇ τοῦ ϲ ὅμοια ἐγίνετο τῷ ἐλάτηϲ, ἀρότηϲ· καὶ διὰ τοῦτο δεϲπότηϲ καὶ ἐργάτηϲ κατὰ βαρεῖαν τάϲιν. πλείϲτην τῶν τοιούτων παράθεϲιν ἐποιηϲάμην ἐν ἑτέροιϲ. τῇδε οὖν ἐϲχηματίϲθη καὶ τὸ ἄφνω. —78. Ἔφαμεν ἐν τοῖϲ προκειμένοιϲ ταῖϲ ἐκ προθέϲεων γινομέναιϲ παραθέϲεϲιν καὶ ϲημαινούϲαιϲ ἐπιρρηματικὴν ϲχέϲιν ἀντιπαρακεῖϲθαι ἐπιρρήματα. καὶ τῷ οὖν ἐξ αὐτῆϲ παράκειταί τι αὐτόθεν, ἴωμεν αὐτόθεν —ἀπέλθωμεν ἐξ αὐτῆϲ. οὕτωϲ ἔχει καὶ τὸ αὐτόδιον δ᾿ ἄρα μιν {θ 449}, ἀντὶ τοῦ ἐξ αὐτῆϲ οὐκ ἄλλοϲε παρακλίναντα. παράκειται οὖν καὶ τῷ ἐξαίφνηϲ ἄφνω παρεγένετο ὁ δεῖνα ἐν ἴϲῳ τῷ ἐξαίφνηϲ παρεγένετο.