Ancient Greek · ~1 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 80-2
Not analysed yet
Καὶ ὁ τοῦ ε δὲ πλεοναϲμόϲ, ἐν τῇ ἑέ -ἑοὶ καὶ ἔτι ἐν ταῖϲ ϲυζύγοιϲ ἐγγινόμενοϲ, πολλῷ μᾶλλον ἐπιϲπᾶται τὴν ὀρθὴν τάϲιν. εἰ γὰρ αἱ ἀπὸ τοῦ ε ἀρχόμεναι ἀντωνυμίαι, ἡνίκα ἐγκλίνονται, παραφθείρουϲι τὸ ε, ὡϲ ἐν τῷ δόϲ μοι, ἄκουϲόν μου, πῶϲ αἱ τοῦτο πλεονάϲαϲαι οὐ τὰ ἐναντία τῆϲ ἐγκλίτῆϲεωτῆϲ ἀπαιτήϲουϲιν καθάπερ καὶ ἐν τοῖϲ προκειμένοιϲ ἐδείξαμεν.